Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.42 Dem. 25.45 (English) >>Dem. 25.48

25.44ἐκ δὲ τῶν ἄλλων πολιτῶν, ἵνʼ ὡς εἰς ἐλαχίστους τὴν βλασφημίαν ἀγάγω, τὸν μαθητήν, εἰ δὲ βούλεσθε, τὸν διδάσκαλον αὐτοῦ, Φιλοκράτην τὸν Ἐλευσίνιον, μόνον εἶναι τοιοῦτον τίθεμαι, οὐχ ὡς οὐχὶ πλειόνων ὄντων (ὤφελε γὰρ μηδεὶς ἄλλος Ἀριστογείτονι χαίρειν), ἀλλʼ καθʼ ὑμῶν ὡς ὄνειδος ὀκνῶ λέγειν, οὐδὲ τῶν ἄλλων πολιτῶν δίκαιός εἰμι δημοσίᾳ κατηγορεῖν· εἶτα καὶ ταὐτὸ ποιήσει καὶ πρὸς ἕνα ῥηθεὶς λόγος. 25.45τὸ μὲν οὖν ἐξετάζειν ἀκριβῶς οἷον ἀνάγκη τὴν φύσιν εἶναι τὸν Ἀριστογείτονι χαίροντα, ἐάσω, ἵνα μὴ πολλὰ καὶ βλάσφημʼ ἀναγκάζωμαι λέγειν καὶ διεξιέναι· ἀλλʼ ἐκεῖνο λέγω. εἰ πονηρός ἐστιν Ἀριστογείτων ἁπλῶς καὶ πικρὸς καὶ συκοφάντης καὶ τοιοῦτος οἷος ὑπισχνεῖται, δίδωμι, συγχωρῶ, Φιλόκρατες, σοὶ τῷ τοιούτῳ τὸν ὅμοιον σῴζειν· τῶν γὰρ ἄλλων ἁπάντων καὶ φρονούντων δεῖ καὶ φυλαττόντων τοὺς νόμους, οὐδὲν ἂν παρὰ τοῦτʼ οἶμαι γενέσθαι. 25.46εἰ δὲ κάπηλός ἐστι πονηρίας καὶ παλιγκάπηλος καὶ μεταβολεύς, καὶ μόνον οὐ ζυγὰ καὶ στάθμʼ ἔχων πάνθʼ ὅσα πώποτʼ ἔπραξεν ἐπώλει, τί τοῦτον, μάταιʼ, ἀκονᾷς; οὔτε γὰρ μαγείρῳ μαχαίρας οὐδέν ἐστʼ ὄφελος δήπουθεν ἥτις μὴ τέμνει, οὔτε τῷ βουλομένῳ διʼ αὑτοῦ πᾶσι πράγματα καὶ κακὰ γίγνεσθαι ταῦτʼ ἀποδωσόμενος συκοφάντης οὐδέν ἐστι χρήσιμος.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.42 Dem. 25.45 (English) >>Dem. 25.48

Powered by PhiloLogic